Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.270 Joseph. AJ 8.274 (English) >>Joseph. AJ 8.277

8.273ἀγαθὸς οὗτος ἦν.” ταῦτʼ αὐτοῦ προφητεύσαντος ἐκπηδήσασα γυνὴ τεταραγμένη καὶ τῷ τοῦ προειρημένου παιδὸς θανάτῳ περιαλγής, θρηνοῦσα διὰ τῆς ὁδοῦ καὶ τὴν μέλλουσαν τοῦ τέκνου κοπτομένη τελευτὴν ἀθλία τοῦ πάθους ἠπείγετο κακοῖς ἀμηχάνοις καὶ σπουδῇ μὲν ἀτυχεῖ χρωμένη διὰ τὸν υἱὸν αὐτῆς, ἔμελλε γὰρ αὐτὸν ἐπειχθεῖσα θᾶττον ὄψεσθαι νεκρόν, ἀναγκαίᾳ δὲ διὰ τὸν ἄνδρα. καὶ παραγενομένη τὸν μὲν ἐκπεπνευκότα καθὼς εἶπεν προφήτης εὗρε, τῷ δὲ βασιλεῖ πάντα ἀπήγγειλεν. 8.274

Ἱεροβόαμος δʼ οὐδενὸς τούτων φροντίσας πολλὴν ἀθροίσας στρατιὰν ἐπὶ τὸν Ῥοβοάμου παῖδα τῶν δύο φυλῶν τὴν βασιλείαν τοῦ πατρὸς διαδεξάμενον Ἀβίαν ἐξεστράτευσε πολεμήσων· κατεφρόνει γὰρ αὐτοῦ διὰ τὴν ἡλικίαν. δὲ ἀκούσας τὴν ἔφοδον τὴν Ἱεροβοάμου πρὸς αὐτὴν οὐ κατεπλάγη, γενόμενος δʼ ἐπάνω καὶ τῆς νεότητος τῷ φρονήματι καὶ τῆς ἐλπίδος τοῦ πολεμίου στρατιὰν ἐπιλέξας ἐκ τῶν δύο φυλῶν ἀπήντησε τῷ Ἱεροβοάμῳ εἰς τόπον τινὰ καλούμενον ὄρος Σαμαρῶν καὶ στρατοπεδευσάμενος ἐγγὺς αὐτοῦ τὰ πρὸς τὴν μάχην εὐτρέπιζεν. 8.275ἦν δʼ δύναμις αὐτοῦ μυριάδες τεσσαράκοντα, δὲ τοῦ Ἱεροβοάμου στρατιὰ διπλασίων ἐκείνης. ὡς δὲ τὰ στρατεύματα πρὸς τὰ ἔργα καὶ τοὺς κινδύνους ἀντιπαρετάσσετο καὶ συμβαλεῖν ἔμελλε, στὰς ἐφʼ ὑψηλοῦ τινος Ἀβίας τόπου καὶ τῇ χειρὶ κατασείσας τὸ πλῆθος καὶ τὸν Ἱεροβόαμον ἀκοῦσαι πρῶτον αὐτοῦ μεθʼ ἡσυχίας ἠξίωσε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.270 Joseph. AJ 8.274 (English) >>Joseph. AJ 8.277

Powered by PhiloLogic